Greek Old Testament following the text of the Septuagint (ed. Rahlfs/Hanhart)

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
G. Быт. Исх. Лв. Чс. Втор. JИис. Сд. Руф. 1Цар. 2Цар. Цар. 4Цар. 1Пар. 2Пар. з. Есф. Иов. PПс. Прит. Екл. Песн. Ис. Иер. Плач. Иез. Дан. Осия Ошэйа Ошеа Ос. Иоил. Ам. Авд. Ион. Мих. Наум. Ав. Соф. Аг. Зах. Мал. Tob. Judith Иудиф. Ps. Sir. Bar. Ep. Sus. Bel. 1Mac. 2Mac. 3Mac. 4Mac. 2Esd. Odes.
Главы: (скрыть)(показать)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51

Greek Old Testament following the text of the Septuagint (ed. Rahlfs/Hanhart)

Σοφία Σειράχ 2

1 ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦκαὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;

3 ὕψος οὐρανοῦ καὶ πλάτος γῆςκαὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;

4 προτέρα πάντων ἔκτισται σοφίακαὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος.

5

6 ῥίζα σοφίας τίνι ἀπεκαλύφθη;καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;

7

8 εἷς ἐστιν σοφός, φοβερὸς σφόδρα,καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ.

9 κύριος αὐτὸς ἔκτισεν αὐτὴνκαὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτὴνκαὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ,

10 μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ,καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν.

11 Φόβος κυρίου δόξα καὶ καύχημακαὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.

12 φόβος κυρίου τέρψει καρδίανκαὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.

13 τῷ φοβουμένῳ τὸν κύριον εὖ ἔσται ἐπ᾽ ἐσχάτων,καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὐλογηθήσεται.

14 ᾿Αρχὴ σοφίας φοβεῖσθαι τὸν κύριον,καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς.

15 μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσενκαὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.

16 πλησμονὴ σοφίας φοβεῖσθαι τὸν κύριονκαὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς·

17 πάντα τὸν οἶκον αὐτῶν ἐμπλήσει ἐπιθυμημάτωνκαὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γενημάτων αὐτῆς.

18 στέφανος σοφίας φόβος κυρίουἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως.

19 καὶ εἶδεν καὶ ἐξηρίθμησεν αὐτήν,ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησενκαὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσεν.

20 ῥίζα σοφίας φοβεῖσθαι τὸν κύριον,καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.

21

22 Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι·ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.

23 ἕως καιροῦ ἀνθέξεται μακρόθυμος,καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη·

24 ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ,καὶ χείλη πολλῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.

25 ᾿Εν θησαυροῖς σοφίας παραβολαὶ ἐπιστήμης,βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.

26 ἐπιθυμήσας σοφίαν διατήρησον ἐντολάς,καὶ κύριος χορηγήσει σοι αὐτήν.

27 σοφία γὰρ καὶ παιδεία φόβος κυρίου,καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πραότης.

28 μὴ ἀπειθήσῃς φόβῳ κυρίουκαὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.

29 μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπωνκαὶ ἐν τοῖς χείλεσίν σου πρόσεχε.

30 μὴ ἐξύψου σεαυτόν, ἵνα μὴ πέσῃςκαὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν,καὶ ἀποκαλύψει κύριος τὰ κρυπτά σουκαὶ ἐν μέσῳ συναγωγῆς καταβαλεῖ σε,ὅτι οὐ προσῆλθες φόβῳ κυρίουκαὶ ἡ καρδία σου πλήρης δόλου.

36 ἐννόμως βιοτεύειν.

1 Πᾶσα σοφία παρὰ κυρίου καὶμετ᾽ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.