Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
. Матф. Мар. Лук. Иоан. Деян. Рим. 1Кор. 2Кор. Гал. Еф. Фил. Кол. 1Фесс. 2Фесс. 1Тим. 2Тим. Тит. Флм. Евр. Иак. 1Пет. 2Пет. 1Иоан. 2Иоан. 3Иоан. Иуд. Откр.
Главы: (скрыть)(показать)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Κατα Ματθαιον ευαγγελιον 22

1 και αποκριθεις ο ιησους παλιν ειπεν εν παραβολαις αυτοις λεγων

2 ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει οστις εποιησεν γαμους τω υιω αυτου

3 και απεστειλεν τους δουλους αυτου καλεσαι τους κεκλημενους εις τους γαμους και ουκ ηθελον ελθειν

4 παλιν απεστειλεν αλλους δουλους λεγων ειπατε τοις κεκλημενοις ιδου το αριστον μου ητοιμακα οι ταυροι μου και τα σιτιστα τεθυμενα και παντα ετοιμα δευτε εις τους γαμους

5 οι δε αμελησαντες απηλθον ος μεν εις τον ιδιον αγρον ος δε επι την εμποριαν αυτου

6 οι δε λοιποι κρατησαντες τους δουλους αυτου υβρισαν και απεκτειναν

7 ο δε βασιλευς ωργισθη και πεμψας τα στρατευματα αυτου απωλεσεν τους φονεις εκεινους και την πολιν αυτων ενεπρησεν

8 τοτε λεγει τοις δουλοις αυτου ο μεν γαμος ετοιμος εστιν οι δε κεκλημενοι ουκ ησαν αξιοι

9 πορευεσθε ουν επι τας διεξοδους των οδων και οσους εαν ευρητε καλεσατε εις τους γαμους

10 και εξελθοντες οι δουλοι εκεινοι εις τας οδους συνηγαγον παντας ους ευρον πονηρους τε και αγαθους και επλησθη ο νυμφων ανακειμενων

11 εισελθων δε ο βασιλευς θεασασθαι τους ανακειμενους ειδεν εκει ανθρωπον ουκ ενδεδυμενον ενδυμα γαμου

12 και λεγει αυτω εταιρε πως εισηλθες ωδε μη εχων ενδυμα γαμου ο δε εφιμωθη

13 τοτε ο βασιλευς ειπεν τοις διακονοις δησαντες αυτου ποδας και χειρας εκβαλετε αυτον εις το σκοτος το εξωτερον εκει εσται ο κλαυθμος και ο βρυγμος των οδοντων

14 πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι

15 τοτε πορευθεντες οι φαρισαιοι συμβουλιον ελαβον οπως αυτον παγιδευσωσιν εν λογω

16 και αποστελλουσιν αυτω τους μαθητας αυτων μετα των ηρωδιανων λεγοντας διδασκαλε οιδαμεν οτι αληθης ει και την οδον του θεου εν αληθεια διδασκεις και ου μελει σοι περι ουδενος ου γαρ βλεπεις εις προσωπον ανθρωπων

17 ειπον ουν ημιν τι σοι δοκει εξεστιν δουναι κηνσον καισαρι η ου

18 γνους δε ο ιησους την πονηριαν αυτων ειπεν τι με πειραζετε υποκριται

19 επιδειξατε μοι το νομισμα του κηνσου οι δε προσηνεγκαν αυτω δηναριον

20 και λεγει αυτοις τινος η εικων αυτη και η επιγραφη

21 λεγουσιν καισαρος τοτε λεγει αυτοις αποδοτε ουν τα καισαρος καισαρι και τα του θεου τω θεω

22 και ακουσαντες εθαυμασαν και αφεντες αυτον απηλθαν

23 εν εκεινη τη ημερα προσηλθον αυτω σαδδουκαιοι λεγοντες μη ειναι αναστασιν και επηρωτησαν αυτον

24 λεγοντες διδασκαλε μωυσης ειπεν εαν τις αποθανη μη εχων τεκνα επιγαμβρευσει ο αδελφος αυτου την γυναικα αυτου και αναστησει σπερμα τω αδελφω αυτου

25 ησαν δε παρ ημιν επτα αδελφοι και ο πρωτος γημας ετελευτησεν και μη εχων σπερμα αφηκεν την γυναικα αυτου τω αδελφω αυτου

26 ομοιως και ο δευτερος και ο τριτος εως των επτα

27 υστερον δε παντων απεθανεν η γυνη

28 εν τη αναστασει ουν τινος των επτα εσται γυνη παντες γαρ εσχον αυτην

29 αποκριθεις δε ο ιησους ειπεν αυτοις πλανασθε μη ειδοτες τας γραφας μηδε την δυναμιν του θεου

30 εν γαρ τη αναστασει ουτε γαμουσιν ουτε γαμιζονται αλλ ως αγγελοι εν τω ουρανω εισιν

31 περι δε της αναστασεως των νεκρων ουκ ανεγνωτε το ρηθεν υμιν υπο του θεου λεγοντος

32 εγω ειμι ο θεος αβρααμ και ο θεος ισαακ και ο θεος ιακωβ ουκ εστιν [ο] θεος νεκρων αλλα ζωντων

33 και ακουσαντες οι οχλοι εξεπλησσοντο επι τη διδαχη αυτου

34 οι δε φαρισαιοι ακουσαντες οτι εφιμωσεν τους σαδδουκαιους συνηχθησαν επι το αυτο

35 και επηρωτησεν εις εξ αυτων νομικος πειραζων αυτον

36 διδασκαλε ποια εντολη μεγαλη εν τω νομω

37 ο δε εφη αυτω αγαπησεις κυριον τον θεον σου εν ολη καρδια σου και εν ολη τη ψυχη σου και εν ολη τη διανοια σου

38 αυτη εστιν η μεγαλη και πρωτη εντολη

39 δευτερα ομοια αυτη αγαπησεις τον πλησιον σου ως σεαυτον

40 εν ταυταις ταις δυσιν εντολαις ολος ο νομος κρεμαται και οι προφηται

41 συνηγμενων δε των φαρισαιων επηρωτησεν αυτους ο ιησους

42 λεγων τι υμιν δοκει περι του χριστου τινος υιος εστιν λεγουσιν αυτω του δαυιδ

43 λεγει αυτοις πως ουν δαυιδ εν πνευματι καλει αυτον κυριον λεγων

44 ειπεν κυριος τω κυριω μου καθου εκ δεξιων μου εως αν θω τους εχθρους σου υποκατω των ποδων σου

45 ει ουν δαυιδ καλει αυτον κυριον πως υιος αυτου εστιν

46 και ουδεις εδυνατο αποκριθηναι αυτω λογον ουδε ετολμησεν τις απ εκεινης της ημερας επερωτησαι αυτον ουκετι