Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
. Матф. Мар. Лук. Иоан. Деян. Рим. 1Кор. 2Кор. Гал. Еф. Фил. Кол. 1Фесс. 2Фесс. 1Тим. 2Тим. Тит. Флм. Евр. Иак. 1Пет. 2Пет. 1Иоан. 2Иоан. 3Иоан. Иуд. Откр.
Главы: (скрыть)(показать)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Κατα Ματθαιον ευαγγελιον 19

1 και εγενετο οτε ετελεσεν ο ιησους τους λογους τουτους μετηρεν απο της γαλιλαιας και ηλθεν εις τα ορια της ιουδαιας περαν του ιορδανου

2 και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτους εκει

3 και προσηλθον αυτω φαρισαιοι πειραζοντες αυτον και λεγοντες ει εξεστιν απολυσαι την γυναικα αυτου κατα πασαν αιτιαν

4 ο δε αποκριθεις ειπεν ουκ ανεγνωτε οτι ο κτισας απ αρχης αρσεν και θηλυ εποιησεν αυτους

5 και ειπεν ενεκα τουτου καταλειψει ανθρωπος τον πατερα και την μητερα και κολληθησεται τη γυναικι αυτου και εσονται οι δυο εις σαρκα μιαν

6 ωστε ουκετι εισιν δυο αλλα σαρξ μια ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω

7 λεγουσιν αυτω τι ουν μωυσης ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι

8 λεγει αυτοις οτι μωυσης προς την σκληροκαρδιαν υμων επετρεψεν υμιν απολυσαι τας γυναικας υμων απ αρχης δε ου γεγονεν ουτως

9 λεγω δε υμιν οτι ος αν απολυση την γυναικα αυτου μη επι πορνεια και γαμηση αλλην μοιχαται

10 λεγουσιν αυτω οι μαθηται ει ουτως εστιν η αιτια του ανθρωπου μετα της γυναικος ου συμφερει γαμησαι

11 ο δε ειπεν αυτοις ου παντες χωρουσιν τον λογον αλλ οις δεδοται

12 εισιν γαρ ευνουχοι οιτινες εκ κοιλιας μητρος εγεννηθησαν ουτως και εισιν ευνουχοι οιτινες ευνουχισθησαν υπο των ανθρωπων και εισιν ευνουχοι οιτινες ευνουχισαν εαυτους δια την βασιλειαν των ουρανων ο δυναμενος χωρειν χωρειτω

13 τοτε προσηνεχθησαν αυτω παιδια ινα τας χειρας επιθη αυτοις και προσευξηται οι δε μαθηται επετιμησαν αυτοις

14 ο δε ιησους ειπεν αφετε τα παιδια και μη κωλυετε αυτα ελθειν προς με των γαρ τοιουτων εστιν η βασιλεια των ουρανων

15 και επιθεις τας χειρας αυτοις επορευθη εκειθεν

16 και ιδου εις προσελθων αυτω ειπεν διδασκαλε τι αγαθον ποιησω ινα σχω ζωην αιωνιον

17 ο δε ειπεν αυτω τι με ερωτας περι του αγαθου εις εστιν ο αγαθος ει δε θελεις εις την ζωην εισελθειν τηρει τας εντολας

18 λεγει αυτω ποιας ο δε ιησους εφη το ου φονευσεις ου μοιχευσεις ου κλεψεις ου ψευδομαρτυρησεις

19 τιμα τον πατερα και την μητερα και αγαπησεις τον πλησιον σου ως σεαυτον

20 λεγει αυτω ο νεανισκος ταυτα παντα εφυλαξα τι ετι υστερω

21 εφη αυτω ο ιησους ει θελεις τελειος ειναι υπαγε πωλησον σου τα υπαρχοντα και δος [τοις] πτωχοις και εξεις θησαυρον εν ουρανοις και δευρο ακολουθει μοι

22 ακουσας δε ο νεανισκος τον λογον [τουτον] απηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα

23 ο δε ιησους ειπεν τοις μαθηταις αυτου αμην λεγω υμιν οτι πλουσιος δυσκολως εισελευσεται εις την βασιλειαν των ουρανων

24 παλιν δε λεγω υμιν ευκοπωτερον εστιν καμηλον δια τρηματος ραφιδος εισελθειν η πλουσιον εις την βασιλειαν του θεου

25 ακουσαντες δε οι μαθηται εξεπλησσοντο σφοδρα λεγοντες τις αρα δυναται σωθηναι

26 εμβλεψας δε ο ιησους ειπεν αυτοις παρα ανθρωποις τουτο αδυνατον εστιν παρα δε θεω παντα δυνατα

27 τοτε αποκριθεις ο πετρος ειπεν αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι τι αρα εσται ημιν

28 ο δε ιησους ειπεν αυτοις αμην λεγω υμιν οτι υμεις οι ακολουθησαντες μοι εν τη παλιγγενεσια οταν καθιση ο υιος του ανθρωπου επι θρονου δοξης αυτου καθησεσθε και υμεις επι δωδεκα θρονους κρινοντες τας δωδεκα φυλας του ισραηλ

29 και πας οστις αφηκεν οικιας η αδελφους η αδελφας η πατερα η μητερα η τεκνα η αγρους ενεκεν του εμου ονοματος πολλαπλασιονα λημψεται και ζωην αιωνιον κληρονομησει

30 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι