Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
. Матф. Мар. Лук. Иоан. Деян. Рим. 1Кор. 2Кор. Гал. Еф. Фил. Кол. 1Фесс. 2Фесс. 1Тим. 2Тим. Тит. Флм. Евр. Иак. 1Пет. 2Пет. 1Иоан. 2Иоан. 3Иоан. Иуд. Откр.
Главы: (скрыть)(показать)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Κατα Ματθαιον ευαγγελιον 18

1 εν εκεινη τη ωρα προσηλθον οι μαθηται τω ιησου λεγοντες τις αρα μειζων εστιν εν τη βασιλεια των ουρανων

2 και προσκαλεσαμενος παιδιον εστησεν αυτο εν μεσω αυτων

3 και ειπεν αμην λεγω υμιν εαν μη στραφητε και γενησθε ως τα παιδια ου μη εισελθητε εις την βασιλειαν των ουρανων

4 οστις ουν ταπεινωσει εαυτον ως το παιδιον τουτο ουτος εστιν ο μειζων εν τη βασιλεια των ουρανων

5 και ος εαν δεξηται εν παιδιον τοιουτο επι τω ονοματι μου εμε δεχεται

6 ος δ αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων εις εμε συμφερει αυτω ινα κρεμασθη μυλος ονικος περι τον τραχηλον αυτου και καταποντισθη εν τω πελαγει της θαλασσης

7 ουαι τω κοσμω απο των σκανδαλων αναγκη γαρ ελθειν τα σκανδαλα πλην ουαι τω ανθρωπω δι ου το σκανδαλον ερχεται

8 ει δε η χειρ σου η ο πους σου σκανδαλιζει σε εκκοψον αυτον και βαλε απο σου καλον σοι εστιν εισελθειν εις την ζωην κυλλον η χωλον η δυο χειρας η δυο ποδας εχοντα βληθηναι εις το πυρ το αιωνιον

9 και ει ο οφθαλμος σου σκανδαλιζει σε εξελε αυτον και βαλε απο σου καλον σοι εστιν μονοφθαλμον εις την ζωην εισελθειν η δυο οφθαλμους εχοντα βληθηναι εις την γεενναν του πυρος

10 ορατε μη καταφρονησητε ενος των μικρων τουτων λεγω γαρ υμιν οτι οι αγγελοι αυτων εν ουρανοις δια παντος βλεπουσιν το προσωπον του πατρος μου του εν ουρανοις

11 12τι υμιν δοκει εαν γενηται τινι ανθρωπω εκατον προβατα και πλανηθη εν εξ αυτων ουχι αφησει τα ενενηκοντα εννεα επι τα ορη και πορευθεις ζητει το πλανωμενον

12 και εαν γενηται ευρειν αυτο αμην λεγω υμιν οτι χαιρει επ αυτω μαλλον η επι τοις ενενηκοντα εννεα τοις μη πεπλανημενοις

13 ουτως ουκ εστιν θελημα εμπροσθεν του πατρος μου του εν ουρανοις ινα αποληται εν των μικρων τουτων

14 εαν δε αμαρτηση ο αδελφος σου υπαγε ελεγξον αυτον μεταξυ σου και αυτου μονου εαν σου ακουση εκερδησας τον αδελφον σου

15 εαν δε μη ακουση παραλαβε μετα σου ετι ενα η δυο ινα επι στοματος δυο μαρτυρων η τριων σταθη παν ρημα

16 εαν δε παρακουση αυτων ειπον τη εκκλησια εαν δε και της εκκλησιας παρακουση εστω σοι ωσπερ ο εθνικος και ο τελωνης

17 αμην λεγω υμιν οσα εαν δησητε επι της γης εσται δεδεμενα εν ουρανω και οσα εαν λυσητε επι της γης εσται λελυμενα εν ουρανω

18 παλιν [αμην] λεγω υμιν οτι εαν δυο συμφωνησωσιν εξ υμων επι της γης περι παντος πραγματος ου εαν αιτησωνται γενησεται αυτοις παρα του πατρος μου του εν ουρανοις

19 ου γαρ εισιν δυο η τρεις συνηγμενοι εις το εμον ονομα εκει ειμι εν μεσω αυτων

20 τοτε προσελθων ο πετρος ειπεν [αυτω] κυριε ποσακις αμαρτησει εις εμε ο αδελφος μου και αφησω αυτω εως επτακις

21 λεγει αυτω ο ιησους ου λεγω σοι εως επτακις αλλα εως εβδομηκοντακις επτα

22 δια τουτο ωμοιωθη η βασιλεια των ουρανων ανθρωπω βασιλει ος ηθελησεν συναραι λογον μετα των δουλων αυτου

23 αρξαμενου δε αυτου συναιρειν προσηχθη εις αυτω οφειλετης μυριων ταλαντων

24 μη εχοντος δε αυτου αποδουναι εκελευσεν αυτον ο κυριος πραθηναι και την γυναικα και τα τεκνα και παντα οσα εχει και αποδοθηναι

25 πεσων ουν ο δουλος προσεκυνει αυτω λεγων μακροθυμησον επ εμοι και παντα αποδωσω σοι

26 σπλαγχνισθεις δε ο κυριος του δουλου [εκεινου] απελυσεν αυτον και το δανειον αφηκεν αυτω

27 εξελθων δε ο δουλος εκεινος ευρεν ενα των συνδουλων αυτου ος ωφειλεν αυτω εκατον δηναρια και κρατησας αυτον επνιγεν λεγων αποδος ει τι οφειλεις

28 πεσων ουν ο συνδουλος αυτου παρεκαλει αυτον λεγων μακροθυμησον επ εμοι και αποδωσω σοι

29 ο δε ουκ ηθελεν αλλα απελθων εβαλεν αυτον εις φυλακην εως αποδω το οφειλομενον

30 ιδοντες ουν οι συνδουλοι αυτου τα γενομενα ελυπηθησαν σφοδρα και ελθοντες διεσαφησαν τω κυριω εαυτων παντα τα γενομενα

31 τοτε προσκαλεσαμενος αυτον ο κυριος αυτου λεγει αυτω δουλε πονηρε πασαν την οφειλην εκεινην αφηκα σοι επει παρεκαλεσας με

32 ουκ εδει και σε ελεησαι τον συνδουλον σου ως καγω σε ηλεησα

33 και οργισθεις ο κυριος αυτου παρεδωκεν αυτον τοις βασανισταις εως [ου] αποδω παν το οφειλομενον

34 ουτως και ο πατηρ μου ο ουρανιος ποιησει υμιν εαν μη αφητε εκαστος τω αδελφω αυτου απο των καρδιων υμων