Greek Old Testament following the text of the Septuagint (ed. Rahlfs/Hanhart)

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
G. Быт. Исх. Лв. Чс. Втор. JИис. Сд. Руф. 1Цар. 2Цар. Цар. 4Цар. 1Пар. 2Пар. з. Есф. Иов. PПс. Прит. Екл. Песн. Ис. Иер. Плач. Иез. Дан. Осия Ошэйа Ошеа Ос. Иоил. Ам. Авд. Ион. Мих. Наум. Ав. Соф. Аг. Зах. Мал. Tob. Judith Иудиф. Ps. Sir. Bar. Ep. Sus. Bel. 1Mac. 2Mac. 3Mac. 4Mac. 2Esd. Odes.
Главы: (скрыть)(показать)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42

Greek Old Testament following the text of the Septuagint (ed. Rahlfs/Hanhart)

Ιώβ 1

1 ῎Ανθρωπός τις ἦν ἐν χώρᾳ τῇ Αυσίτιδι, ᾧ ὄνομα Ιωβ,καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀληθινός, ἄμεμπτος, δίκαιος, θεοσεβής,ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος.

2 ἐγένοντο δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς.

3 καὶ ἦν τὰ κτήνη αὐτοῦ πρόβατα ἑπτακισχίλια,κάμηλοι τρισχίλιαι,ζεύγη βοῶν πεντακόσια,ὄνοι θήλειαι νομάδες πεντακόσιαι,καὶ ὑπηρεσία πολλὴ σφόδρακαὶ ἔργα μεγάλα ἦν αὐτῷ ἐπὶ τῆς γῆς·καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος εὐγενὴς τῶν ἀφ᾽ ἡλίου ἀνατολῶν.

4 συμπορευόμενοι δὲ οἱ υἱοὶ αὐτοῦ πρὸς ἀλλήλουςἐποιοῦσαν πότον καθ᾽ ἑκάστην ἡμέρανσυμπαραλαμβάνοντες ἅμα καὶ τὰς τρεῖς ἀδελφὰς αὐτῶνἐσθίειν καὶ πίνειν μετ᾽ αὐτῶν.

5 καὶ ὡς ἂν συνετελέσθησαν αἱ ἡμέραι τοῦ πότου,ἀπέστελλεν Ιωβ καὶ ἐκαθάριζεν αὐτοὺς ἀνιστάμενος τὸ πρωὶκαὶ προσέφερεν περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶνκαὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν·ἔλεγεν γὰρ Ιωβ Μήποτε οἱ υἱοί μου ἐν τῇ διανοίᾳ αὐτῶν κακὰ ἐνενόησαν πρὸς θεόν.οὕτως οὖν ἐποίει Ιωβ πάσας τὰς ἡμέρας.

6 Καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη,καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου,καὶ ὁ διάβολος ἦλθεν μετ᾽ αὐτῶν.

7 καὶ εἶπεν ὁ κύριος τῷ διαβόλῳ Πόθεν παραγέγονας;καὶ ἀποκριθεὶς ὁ διάβολος τῷ κυρίῳ εἶπενΠεριελθὼν τὴν γῆν καὶ ἐμπεριπατήσας τὴν ὑπ᾽ οὐρανὸν πάρειμι.

8 καὶ εἶπεν αὐτῷ ὁ κύριοςΠροσέσχες τῇ διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ιωβ,ὅτι οὐκ ἔστιν κατ᾽ αὐτὸν τῶν ἐπὶ τῆς γῆςἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής,ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος;

9 ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίουΜὴ δωρεὰν σέβεται Ιωβ τὸν θεόν;

10 οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦκαὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ;τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησαςκαὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς.

11 ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει·εἰ μὴν εἰς πρόσωπόν σε εὐλογήσει.

12 τότε εἶπεν ὁ κύριος τῷ διαβόλῳ᾿Ιδοὺ πάντα, ὅσα ἔστιν αὐτῷ, δίδωμι ἐν τῇ χειρί σου,ἀλλὰ αὐτοῦ μὴ ἅψῃ.καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου.

13 Καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη,οἱ υἱοὶ Ιωβ καὶ αἱ θυγατέρες αὐτοῦἔπινον οἶνον ἐν τῇ οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου.

14 καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ιωβ καὶ εἶπεν αὐτῷΤὰ ζεύγη τῶν βοῶν ἠροτρία,καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν·

15 καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτὰςκαὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις·σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

16 ῎Ετι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς ΙωβΠῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως·καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

17 ῎Ετι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς ΙωβΟἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖςκαὶ ἐκύκλωσαν τὰς καμήλους καὶ ᾐχμαλώτευσαν αὐτὰςκαὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις·ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

18 ῎Ετι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ ΙωβΤῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῷ ἀδελφῷ αὐτῶν τῶν πρεσβυτέρῳ

19 ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας,καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου, καὶ ἐτελεύτησαν·ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι.

20 Οὕτως ἀναστὰς Ιωβ διέρρηξεν τὰ ἱμάτια αὐτοῦκαὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦκαὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπεν

21 Αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου,γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ·ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο·ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο·εἴη τὸ ὄνομα κυρίου εὐλογημένον.

22 ᾿Εν τούτοις πᾶσιν τοῖς συμβεβηκόσιν αὐτῷοὐδὲν ἥμαρτεν Ιωβ ἐναντίον τοῦ κυρίουκαὶ οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ.