Септуагинта по Александрийскому кодексу (книг: 53)

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
. Быт. Исх. Лев. Чис. Втор. Иис. Суд. Руф. 1Цар. 2Цар. 3Цар. 4Цар. 1Пар. 2Пар. 2Ездр. Ездр. Неем. Есф. Иудиф. Тов. 1Макк. 2Макк. 4Макк. Пс. Odes. Прит. Еккл. Песн. Иов. Прем. Сир. wisdom2 psalms2. Ос. Ам. Мих. Иоил. Авд. Ион. Наум. Авв. Соф. Агг. Зах. Мал. Ис. Иер. Вар. Плач. Посл. Иез. Sus susanna. Дан. Bel2 beldragon.
Главы: (скрыть)(показать)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14

Септуагинта по Александрийскому кодексу (книг: 53)

Ὡσηέ (Δώδεκα Αʹ) 1

1 Λόγος κυρίου, ὃς ἐγενήθη πρὸς Ωσηε τὸν τοῦ Βεηρι ἐν ἡμέραις Οζιου καὶ Ιωαθαμ καὶ Αχαζ καὶ Εζεκιου βασιλέων Ιουδα καὶ ἐν ἡμέραις Ιεροβοαμ υἱοῦ Ιωας βασιλέως Ισραηλ.

2 Ἀρχὴ λόγου κυρίου πρὸς Ωσηε· καὶ εἶπεν κύριος πρὸς Ωσηε Βάδιζε λαβὲ σεαυτῷ γυναῖκα πορνείας καὶ τέκνα πορνείας, διότι ἐκπορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθεν τοῦ κυρίου.

3 καὶ ἐπορεύθη καὶ ἔλαβεν τὴν Γομερ θυγατέρα Δεβηλαιμ, καὶ συνέλαβεν καὶ ἔτεκεν αὐτῷ υἱόν.

4 καὶ εἶπεν κύριος πρὸς αὐτόν Κάλεσον τὸ ὄνομα αὐτοῦ Ιεζραελ, διότι ἔτι μικρὸν καὶ ἐκδικήσω τὸ αἷμα τοῦ Ιεζραελ ἐπὶ τὸν οἶκον Ιου καὶ καταπαύσω βασιλείαν οἴκου Ισραηλ·

5 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συντρίψω τὸ τόξον τοῦ Ισραηλ ἐν τῇ κοιλάδι τοῦ Ιεζραελ. –

6 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν θυγατέρα. καὶ εἶπεν αὐτῷ Κάλεσον τὸ ὄνομα αὐτῆς Οὐκ – ἠλεημένη, διότι οὐ μὴ προσθήσω ἔτι ἐλεῆσαι τὸν οἶκον τοῦ Ισραηλ, ἀλλ’ ἢ ἀντιτασσόμενος ἀντιτάξομαι αὐτοῖς.

7 τοὺς δὲ υἱοὺς Ιουδα ἐλεήσω καὶ σώσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν καὶ οὐ σώσω αὐτοὺς ἐν τόξῳ οὐδὲ ἐν ῥομφαίᾳ οὐδὲ ἐν πολέμῳ οὐδὲ ἐν ἅρμασιν οὐδὲ ἐν ἵπποις οὐδὲ ἐν ἱππεῦσιν. –

8 καὶ ἀπεγαλάκτισεν τὴν Οὐκ – ἠλεημένην καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱόν.

9 καὶ εἶπεν Κάλεσον τὸ ὄνομα αὐτοῦ Οὐ – λαός – μου, διότι ὑμεῖς οὐ λαός μου, καὶ ἐγὼ οὔκ εἰμι ὑμῶν.