Greek Old Testament following the text of the Septuagint (ed. Rahlfs/Hanhart)

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
G. Быт. Исх. Лв. Чс. Втор. JИис. Сд. Руф. 1Цар. 2Цар. Цар. 4Цар. 1Пар. 2Пар. з. Есф. Иов. PПс. Прит. Екл. Песн. Ис. Иер. Плач. Иез. Дан. Осия Ошэйа Ошеа Ос. Иоил. Ам. Авд. Ион. Мих. Наум. Ав. Соф. Аг. Зах. Мал. Tob. Judith Иудиф. Ps. Sir. Bar. Ep. Sus. Bel. 1Mac. 2Mac. 3Mac. 4Mac. 2Esd. Odes.
Главы: (скрыть)(показать)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40

Greek Old Testament following the text of the Septuagint (ed. Rahlfs/Hanhart)

Έξοδος 1

1 Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ισραηλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ιακωβ τῷ πατρὶ αὐτῶν— ἕκαστος πανοικίᾳ αὐτῶν εἰσήλθοσαν—·

2 Ρουβην, Συμεων, Λευι, Ιουδας,

3 Ισσαχαρ, Ζαβουλων καὶ Βενιαμιν,

4 Δαν καὶ Νεφθαλι, Γαδ καὶ Ασηρ.

5 Ιωσηφ δὲ ἦν ἐν Αἰγύπτῳ. ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ιακωβ πέντε καὶ ἑβδομήκοντα.

6 ἐτελεύτησεν δὲ Ιωσηφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη.

7 οἱ δὲ υἱοὶ Ισραηλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σφόδρα σφόδρα, ἐπλήθυνεν δὲ ἡ γῆ αὐτούς.

8 ᾿Ανέστη δὲ βασιλεὺς ἕτερος ἐπ᾽ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ιωσηφ.

9 εἶπεν δὲ τῷ ἔθνει αὐτοῦ ᾿Ιδοὺ τὸ γένος τῶν υἱῶν Ισραηλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς·

10 δεῦτε οὖν κατασοφισώμεθα αὐτούς, μήποτε πληθυνθῇ καί, ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς.

11 καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις· καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραω, τήν τε Πιθωμ καὶ Ραμεσση καὶ Ων, ἥ ἐστιν ῾Ηλίου πόλις.

12 καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα· καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ισραηλ.

13 καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ισραηλ βίᾳ

14 καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα, ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας.

15 Καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Εβραίων, τῇ μιᾷ αὐτῶν, ᾗ ὄνομα Σεπφωρα, καὶ τὸ ὄνομα τῆς δευτέρας Φουα,

16 καὶ εἶπεν ῞Οταν μαιοῦσθε τὰς Εβραίας καὶ ὦσιν πρὸς τῷ τίκτειν, ἐὰν μὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτό, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.

17 ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα.

18 ἐκάλεσεν δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς Τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα;

19 εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραω Οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Εβραῖαι, τίκτουσιν γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας· καὶ ἔτικτον.

20 εὖ δὲ ἐποίει ὁ θεὸς ταῖς μαίαις, καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυεν σφόδρα.

21 ἐπειδὴ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας.—

22 συνέταξεν δὲ Φαραω παντὶ τῷ λαῷ αὐτοῦ λέγων Πᾶν ἄρσεν, ὃ ἐὰν τεχθῇ τοῖς Εβραίοις, εἰς τὸν ποταμὸν ῥίψατε· καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.