Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
. Матф. Мар. Лук. Иоан. Деян. Рим. 1Кор. 2Кор. Гал. Еф. Фил. Кол. 1Фесс. 2Фесс. 1Тим. 2Тим. Тит. Флм. Евр. Иак. 1Пет. 2Пет. 1Иоан. 2Иоан. 3Иоан. Иуд. Откр.
Главы: (скрыть)(показать)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Πραξεισ των Αποστολων 28

1 και διασωθεντες τοτε επεγνωμεν οτι μελιτηνη η νησος καλειται

2 οι τε βαρβαροι παρειχον ου την τυχουσαν φιλανθρωπιαν ημιν αψαντες γαρ πυραν προσελαβοντο παντας ημας δια τον υετον τον εφεστωτα και δια το ψυχος

3 συστρεψαντος δε του παυλου φρυγανων τι πληθος και επιθεντος επι την πυραν εχιδνα απο της θερμης εξελθουσα καθηψεν της χειρος αυτου

4 ως δε ειδον οι βαρβαροι κρεμαμενον το θηριον εκ της χειρος αυτου προς αλληλους ελεγον παντως φονευς εστιν ο ανθρωπος ουτος ον διασωθεντα εκ της θαλασσης η δικη ζην ουκ ειασεν

5 ο μεν ουν αποτιναξας το θηριον εις το πυρ επαθεν ουδεν κακον

6 οι δε προσεδοκων αυτον μελλειν πιμπρασθαι η καταπιπτειν αφνω νεκρον επι πολυ δε αυτων προσδοκωντων και θεωρουντων μηδεν ατοπον εις αυτον γινομενον μεταβαλομενοι ελεγον αυτον ειναι θεον

7 εν δε τοις περι τον τοπον εκεινον υπηρχεν χωρια τω πρωτω της νησου ονοματι ποπλιω ος αναδεξαμενος ημας ημερας τρεις φιλοφρονως εξενισεν

8 εγενετο δε τον πατερα του ποπλιου πυρετοις και δυσεντεριω συνεχομενον κατακεισθαι προς ον ο παυλος εισελθων και προσευξαμενος επιθεις τας χειρας αυτω ιασατο αυτον

9 τουτου δε γενομενου [και] οι λοιποι οι εν τη νησω εχοντες ασθενειας προσηρχοντο και εθεραπευοντο

10 οι και πολλαις τιμαις ετιμησαν ημας και αναγομενοις επεθεντο τα προς τας χρειας

11 μετα δε τρεις μηνας ανηχθημεν εν πλοιω παρακεχειμακοτι εν τη νησω αλεξανδρινω παρασημω διοσκουροις

12 και καταχθεντες εις συρακουσας επεμειναμεν ημερας τρεις

13 οθεν περιελοντες κατηντησαμεν εις ρηγιον και μετα μιαν ημεραν επιγενομενου νοτου δευτεραιοι ηλθομεν εις ποτιολους

14 ου ευροντες αδελφους παρεκληθημεν παρ αυτοις επιμειναι ημερας επτα και ουτως εις την ρωμην ηλθαμεν

15 κακειθεν οι αδελφοι ακουσαντες τα περι ημων ηλθαν εις απαντησιν ημιν αχρις αππιου φορου και τριων ταβερνων ους ιδων ο παυλος ευχαριστησας τω θεω ελαβεν θαρσος

16 οτε δε εισηλθομεν εις ρωμην επετραπη τω παυλω μενειν καθ εαυτον συν τω φυλασσοντι αυτον στρατιωτη

17 εγενετο δε μετα ημερας τρεις συγκαλεσασθαι αυτον τους οντας των ιουδαιων πρωτους συνελθοντων δε αυτων ελεγεν προς αυτους εγω ανδρες αδελφοι ουδεν εναντιον ποιησας τω λαω η τοις εθεσιν τοις πατρωοις δεσμιος εξ ιεροσολυμων παρεδοθην εις τας χειρας των ρωμαιων

18 οιτινες ανακριναντες με εβουλοντο απολυσαι δια το μηδεμιαν αιτιαν θανατου υπαρχειν εν εμοι

19 αντιλεγοντων δε των ιουδαιων ηναγκασθην επικαλεσασθαι καισαρα ουχ ως του εθνους μου εχων τι κατηγορειν

20 δια ταυτην ουν την αιτιαν παρεκαλεσα υμας ιδειν και προσλαλησαι ενεκεν γαρ της ελπιδος του ισραηλ την αλυσιν ταυτην περικειμαι

21 οι δε προς αυτον ειπαν ημεις ουτε γραμματα περι σου εδεξαμεθα απο της ιουδαιας ουτε παραγενομενος τις των αδελφων απηγγειλεν η ελαλησεν τι περι σου πονηρον

22 αξιουμεν δε παρα σου ακουσαι α φρονεις περι μεν γαρ της αιρεσεως ταυτης γνωστον ημιν εστιν οτι πανταχου αντιλεγεται

23 ταξαμενοι δε αυτω ημεραν ηλθον προς αυτον εις την ξενιαν πλειονες οις εξετιθετο διαμαρτυρομενος την βασιλειαν του θεου πειθων τε αυτους περι του ιησου απο τε του νομου μωυσεως και των προφητων απο πρωι εως εσπερας

24 και οι μεν επειθοντο τοις λεγομενοις οι δε ηπιστουν

25 ασυμφωνοι δε οντες προς αλληλους απελυοντο ειποντος του παυλου ρημα εν οτι καλως το πνευμα το αγιον ελαλησεν δια ησαιου του προφητου προς τους πατερας υμων

26 λεγων πορευθητι προς τον λαον τουτον και ειπον ακοη ακουσετε και ου μη συνητε και βλεποντες βλεψετε και ου μη ιδητε

27 επαχυνθη γαρ η καρδια του λαου τουτου και τοις ωσιν βαρεως ηκουσαν και τους οφθαλμους αυτων εκαμμυσαν μηποτε ιδωσιν τοις οφθαλμοις και τοις ωσιν ακουσωσιν και τη καρδια συνωσιν και επιστρεψωσιν και ιασομαι αυτους

28 γνωστον ουν υμιν εστω οτι τοις εθνεσιν απεσταλη τουτο το σωτηριον του θεου αυτοι και ακουσονται

29 30ενεμεινεν δε διετιαν ολην εν ιδιω μισθωματι και απεδεχετο παντας τους εισπορευομενους προς αυτον

30 κηρυσσων την βασιλειαν του θεου και διδασκων τα περι του κυριου ιησου χριστου μετα πασης παρρησιας ακωλυτως