Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
. Матф. Мар. Лук. Иоан. Деян. Рим. 1Кор. 2Кор. Гал. Еф. Фил. Кол. 1Фесс. 2Фесс. 1Тим. 2Тим. Тит. Флм. Евр. Иак. 1Пет. 2Пет. 1Иоан. 2Иоан. 3Иоан. Иуд. Откр.
Главы: (скрыть)(показать)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Πραξεισ των Αποστολων 25

1 φηστος ουν επιβας τη επαρχεια μετα τρεις ημερας ανεβη εις ιεροσολυμα απο καισαρειας

2 ενεφανισαν τε αυτω οι αρχιερεις και οι πρωτοι των ιουδαιων κατα του παυλου και παρεκαλουν αυτον

3 αιτουμενοι χαριν κατ αυτου οπως μεταπεμψηται αυτον εις ιερουσαλημ ενεδραν ποιουντες ανελειν αυτον κατα την οδον

4 ο μεν ουν φηστος απεκριθη τηρεισθαι τον παυλον εις καισαρειαν εαυτον δε μελλειν εν ταχει εκπορευεσθαι

5 οι ουν εν υμιν φησιν δυνατοι συγκαταβαντες ει τι εστιν εν τω ανδρι ατοπον κατηγορειτωσαν αυτου

6 διατριψας δε εν αυτοις ημερας ου πλειους οκτω η δεκα καταβας εις καισαρειαν τη επαυριον καθισας επι του βηματος εκελευσεν τον παυλον αχθηναι

7 παραγενομενου δε αυτου περιεστησαν αυτον οι απο ιεροσολυμων καταβεβηκοτες ιουδαιοι πολλα και βαρεα αιτιωματα καταφεροντες α ουκ ισχυον αποδειξαι

8 του παυλου απολογουμενου οτι ουτε εις τον νομον των ιουδαιων ουτε εις το ιερον ουτε εις καισαρα τι ημαρτον

9 ο φηστος δε θελων τοις ιουδαιοις χαριν καταθεσθαι αποκριθεις τω παυλω ειπεν θελεις εις ιεροσολυμα αναβας εκει περι τουτων κριθηναι επ εμου

10 ειπεν δε ο παυλος εστως επι του βηματος καισαρος ειμι ου με δει κρινεσθαι ιουδαιους ουδεν ηδικηκα ως και συ καλλιον επιγινωσκεις

11 ει μεν ουν αδικω και αξιον θανατου πεπραχα τι ου παραιτουμαι το αποθανειν ει δε ουδεν εστιν ων ουτοι κατηγορουσιν μου ουδεις με δυναται αυτοις χαρισασθαι καισαρα επικαλουμαι

12 τοτε ο φηστος συλλαλησας μετα του συμβουλιου απεκριθη καισαρα επικεκλησαι επι καισαρα πορευση

13 ημερων δε διαγενομενων τινων αγριππας ο βασιλευς και βερνικη κατηντησαν εις καισαρειαν ασπασαμενοι τον φηστον

14 ως δε πλειους ημερας διετριβον εκει ο φηστος τω βασιλει ανεθετο τα κατα τον παυλον λεγων ανηρ τις εστιν καταλελειμμενος υπο φηλικος δεσμιος

15 περι ου γενομενου μου εις ιεροσολυμα ενεφανισαν οι αρχιερεις και οι πρεσβυτεροι των ιουδαιων αιτουμενοι κατ αυτου καταδικην

16 προς ους απεκριθην οτι ουκ εστιν εθος ρωμαιοις χαριζεσθαι τινα ανθρωπον πριν η ο κατηγορουμενος κατα προσωπον εχοι τους κατηγορους τοπον τε απολογιας λαβοι περι του εγκληματος

17 συνελθοντων ουν ενθαδε αναβολην μηδεμιαν ποιησαμενος τη εξης καθισας επι του βηματος εκελευσα αχθηναι τον ανδρα

18 περι ου σταθεντες οι κατηγοροι ουδεμιαν αιτιαν εφερον ων εγω υπενοουν πονηρων

19 ζητηματα δε τινα περι της ιδιας δεισιδαιμονιας ειχον προς αυτον και περι τινος ιησου τεθνηκοτος ον εφασκεν ο παυλος ζην

20 απορουμενος δε εγω την περι τουτων ζητησιν ελεγον ει βουλοιτο πορευεσθαι εις ιεροσολυμα κακει κρινεσθαι περι τουτων

21 του δε παυλου επικαλεσαμενου τηρηθηναι αυτον εις την του σεβαστου διαγνωσιν εκελευσα τηρεισθαι αυτον εως ου αναπεμψω αυτον προς καισαρα

22 αγριππας δε προς τον φηστον εβουλομην και αυτος του ανθρωπου ακουσαι αυριον φησιν ακουση αυτου

23 τη ουν επαυριον ελθοντος του αγριππα και της βερνικης μετα πολλης φαντασιας και εισελθοντων εις το ακροατηριον συν τε χιλιαρχοις και ανδρασιν τοις κατ εξοχην της πολεως και κελευσαντος του φηστου ηχθη ο παυλος

24 και φησιν ο φηστος αγριππα βασιλευ και παντες οι συμπαροντες ημιν ανδρες θεωρειτε τουτον περι ου απαν το πληθος των ιουδαιων ενετυχεν μοι εν τε ιεροσολυμοις και ενθαδε βοωντες μη δειν αυτον ζην μηκετι

25 εγω δε κατελαβομην μηδεν αξιον αυτον θανατου πεπραχεναι αυτου δε τουτου επικαλεσαμενου τον σεβαστον εκρινα πεμπειν

26 περι ου ασφαλες τι γραψαι τω κυριω ουκ εχω διο προηγαγον αυτον εφ υμων και μαλιστα επι σου βασιλευ αγριππα οπως της ανακρισεως γενομενης σχω τι γραψω

27 αλογον γαρ μοι δοκει πεμποντα δεσμιον μη και τας κατ αυτου αιτιας σημαναι