Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
. Матф. Мар. Лук. Иоан. Деян. Рим. 1Кор. 2Кор. Гал. Еф. Фил. Кол. 1Фесс. 2Фесс. 1Тим. 2Тим. Тит. Флм. Евр. Иак. 1Пет. 2Пет. 1Иоан. 2Иоан. 3Иоан. Иуд. Откр.
Главы: (скрыть)(показать)
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28

Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Πραξεισ των Αποστολων 12

1 κατ εκεινον δε τον καιρον επεβαλεν ηρωδης ο βασιλευς τας χειρας κακωσαι τινας των απο της εκκλησιας

2 ανειλεν δε ιακωβον τον αδελφον ιωαννου μαχαιρη

3 ιδων δε οτι αρεστον εστιν τοις ιουδαιοις προσεθετο συλλαβειν και πετρον ησαν δε ημεραι των αζυμων

4 ον και πιασας εθετο εις φυλακην παραδους τεσσαρσιν τετραδιοις στρατιωτων φυλασσειν αυτον βουλομενος μετα το πασχα αναγαγειν αυτον τω λαω

5 ο μεν ουν πετρος ετηρειτο εν τη φυλακη προσευχη δε ην εκτενως γινομενη υπο της εκκλησιας προς τον θεον περι αυτου

6 οτε δε ημελλεν προσαγαγειν αυτον ο ηρωδης τη νυκτι εκεινη ην ο πετρος κοιμωμενος μεταξυ δυο στρατιωτων δεδεμενος αλυσεσιν δυσιν φυλακες τε προ της θυρας ετηρουν την φυλακην

7 και ιδου αγγελος κυριου επεστη και φως ελαμψεν εν τω οικηματι παταξας δε την πλευραν του πετρου ηγειρεν αυτον λεγων αναστα εν ταχει και εξεπεσαν αυτου αι αλυσεις εκ των χειρων

8 ειπεν δε ο αγγελος προς αυτον ζωσαι και υποδησαι τα σανδαλια σου εποιησεν δε ουτως και λεγει αυτω περιβαλου το ιματιον σου και ακολουθει μοι

9 και εξελθων ηκολουθει και ουκ ηδει οτι αληθες εστιν το γινομενον δια του αγγελου εδοκει δε οραμα βλεπειν

10 διελθοντες δε πρωτην φυλακην και δευτεραν ηλθαν επι την πυλην την σιδηραν την φερουσαν εις την πολιν ητις αυτοματη ηνοιγη αυτοις και εξελθοντες προηλθον ρυμην μιαν και ευθεως απεστη ο αγγελος απ αυτου

11 και ο πετρος εν εαυτω γενομενος ειπεν νυν οιδα αληθως οτι εξαπεστειλεν ο κυριος τον αγγελον αυτου και εξειλατο με εκ χειρος ηρωδου και πασης της προσδοκιας του λαου των ιουδαιων

12 συνιδων τε ηλθεν επι την οικιαν της μαριας της μητρος ιωαννου του επικαλουμενου μαρκου ου ησαν ικανοι συνηθροισμενοι και προσευχομενοι

13 κρουσαντος δε αυτου την θυραν του πυλωνος προσηλθεν παιδισκη υπακουσαι ονοματι ροδη

14 και επιγνουσα την φωνην του πετρου απο της χαρας ουκ ηνοιξεν τον πυλωνα εισδραμουσα δε απηγγειλεν εσταναι τον πετρον προ του πυλωνος

15 οι δε προς αυτην ειπαν μαινη η δε διισχυριζετο ουτως εχειν οι δε ελεγον ο αγγελος εστιν αυτου

16 ο δε πετρος επεμενεν κρουων ανοιξαντες δε ειδαν αυτον και εξεστησαν

17 κατασεισας δε αυτοις τη χειρι σιγαν διηγησατο αυτοις πως ο κυριος αυτον εξηγαγεν εκ της φυλακης ειπεν τε απαγγειλατε ιακωβω και τοις αδελφοις ταυτα και εξελθων επορευθη εις ετερον τοπον

18 γενομενης δε ημερας ην ταραχος ουκ ολιγος εν τοις στρατιωταις τι αρα ο πετρος εγενετο

19 ηρωδης δε επιζητησας αυτον και μη ευρων ανακρινας τους φυλακας εκελευσεν απαχθηναι και κατελθων απο της ιουδαιας εις καισαρειαν διετριβεν

20 ην δε θυμομαχων τυριοις και σιδωνιοις ομοθυμαδον δε παρησαν προς αυτον και πεισαντες βλαστον τον επι του κοιτωνος του βασιλεως ητουντο ειρηνην δια το τρεφεσθαι αυτων την χωραν απο της βασιλικης

21 τακτη δε ημερα [ο] ηρωδης ενδυσαμενος εσθητα βασιλικην καθισας επι του βηματος εδημηγορει προς αυτους

22 ο δε δημος επεφωνει θεου φωνη και ουκ ανθρωπου

23 παραχρημα δε επαταξεν αυτον αγγελος κυριου ανθ ων ουκ εδωκεν την δοξαν τω θεω και γενομενος σκωληκοβρωτος εξεψυξεν

24 ο δε λογος του κυριου ηυξανεν και επληθυνετο

25 βαρναβας δε και σαυλος υπεστρεψαν εις ιερουσαλημ πληρωσαντες την διακονιαν συμπαραλαβοντες ιωαννην τον επικληθεντα μαρκον