Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
. Матф. Мар. Лук. Иоан. Деян. Рим. 1Кор. 2Кор. Гал. Еф. Фил. Кол. 1Фесс. 2Фесс. 1Тим. 2Тим. Тит. Флм. Евр. Иак. 1Пет. 2Пет. 1Иоан. 2Иоан. 3Иоан. Иуд. Откр.
Главы: (скрыть)(показать)
1

Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Γ Καθολικη επιστολη Ιωαννου 1

1 ο πρεσβυτερος γαιω τω αγαπητω ον εγω αγαπω εν αληθεια

2 αγαπητε περι παντων ευχομαι σε ευοδουσθαι και υγιαινειν καθως ευοδουται σου η ψυχη

3 εχαρην γαρ λιαν ερχομενων αδελφων και μαρτυρουντων σου τη αληθεια καθως συ εν αληθεια περιπατεις

4 μειζοτεραν τουτων ουκ εχω χαριν ινα ακουω τα εμα τεκνα εν τη αληθεια περιπατουντα

5 αγαπητε πιστον ποιεις ο εαν εργαση εις τους αδελφους και τουτο ξενους

6 οι εμαρτυρησαν σου τη αγαπη ενωπιον εκκλησιας ους καλως ποιησεις προπεμψας αξιως του θεου

7 υπερ γαρ του ονοματος εξηλθον μηδεν λαμβανοντες απο των εθνικων

8 ημεις ουν οφειλομεν υπολαμβανειν τους τοιουτους ινα συνεργοι γινωμεθα τη αληθεια

9 εγραψα τι τη εκκλησια αλλ ο φιλοπρωτευων αυτων διοτρεφης ουκ επιδεχεται ημας

10 δια τουτο εαν ελθω υπομνησω αυτου τα εργα α ποιει λογοις πονηροις φλυαρων ημας και μη αρκουμενος επι τουτοις ουτε αυτος επιδεχεται τους αδελφους και τους βουλομενους κωλυει και εκ της εκκλησιας εκβαλλει

11 αγαπητε μη μιμου το κακον αλλα το αγαθον ο αγαθοποιων εκ του θεου εστιν ο κακοποιων ουχ εωρακεν τον θεον

12 δημητριω μεμαρτυρηται υπο παντων και υπο αυτης της αληθειας και ημεις δε μαρτυρουμεν και οιδας οτι η μαρτυρια ημων αληθης εστιν

13 πολλα ειχον γραψαι σοι αλλ ου θελω δια μελανος και καλαμου σοι γραφειν

14 ελπιζω δε ευθεως σε ιδειν και στομα προς στομα λαλησομεν [1 15] ειρηνη σοι ασπαζονται σε οι φιλοι ασπαζου τους φιλους κατ ονομα