Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Переводы: (скрыть)(показать)
LXX Darby GRBP NRT IBSNT UBY NIV Jub GRBN EN_KA NGB GNT_TR Tanah Th_Ef MDR UKH Bible_UA_Kulish Комментарий Далласской БС LOP ITL Barkly NA28 GURF GR_STR SCH2000NEU New Russian Translation VANI LB CAS PodStr BibCH UKDER UK_WBTC SLR PRBT KZB NT_HEB MLD TORA TR_Stephanus GBB NT_OdBel 22_Macartur_1Cor_Ef VL_78 UBT SLAV BHS_UTF8 JNT UKR KJV-Str LXX_BS BFW_FAH DONV FIN1938 EKKL_DYAK BB_WS NTJS EEB FR-BLS UNT KJV NTOB NCB McArturNT Makarij3 BibST FIN1776 NT-CSL RST Mc Artur NT BBS ElbFld RBSOT GTNT ACV INTL ITAL NA27 AEB BARC NZUZ שRCCV TORA - SOCH LOGIC VCT LXX_Rahlfs-Hanhart DRB TanahGurf KYB DallasComment GERM1951 Dallas Jantzen-NT BRUX LXX_AB LANT JNT2 NVT
Книги: (скрыть)(показать)
. Матф. Мар. Лук. Иоан. Деян. Рим. 1Кор. 2Кор. Гал. Еф. Фил. Кол. 1Фесс. 2Фесс. 1Тим. 2Тим. Тит. Флм. Евр. Иак. 1Пет. 2Пет. 1Иоан. 2Иоан. 3Иоан. Иуд. Откр.
Главы: (скрыть)(показать)
1 2 3 4 5 6 7 8 9 10 11 12 13

Новый Завет на греческом языке в редакции Уэсткотта и Хорта

Β Προσ Κορινθιουσ επιστολη 1

1 παυλος αποστολος χριστου ιησου δια θεληματος θεου και τιμοθεος ο αδελφος τη εκκλησια του θεου τη ουση εν κορινθω συν τοις αγιοις πασιν τοις ουσιν εν ολη τη αχαια

2 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου

3 ευλογητος ο θεος και πατηρ του κυριου ημων ιησου χριστου ο πατηρ των οικτιρμων και θεος πασης παρακλησεως

4 ο παρακαλων ημας επι παση τη θλιψει ημων εις το δυνασθαι ημας παρακαλειν τους εν παση θλιψει δια της παρακλησεως ης παρακαλουμεθα αυτοι υπο του θεου

5 οτι καθως περισσευει τα παθηματα του χριστου εις ημας ουτως δια του χριστου περισσευει και η παρακλησις ημων

6 ειτε δε θλιβομεθα υπερ της υμων παρακλησεως και σωτηριας ειτε παρακαλουμεθα υπερ της υμων παρακλησεως της ενεργουμενης εν υπομονη των αυτων παθηματων ων και ημεις πασχομεν και η ελπις ημων βεβαια υπερ υμων

7 ειδοτες οτι ως κοινωνοι εστε των παθηματων ουτως και της παρακλησεως

8 ου γαρ θελομεν υμας αγνοειν αδελφοι υπερ της θλιψεως ημων της γενομενης εν τη ασια οτι καθ υπερβολην υπερ δυναμιν εβαρηθημεν ωστε εξαπορηθηναι ημας και του ζην

9 αλλα αυτοι εν εαυτοις το αποκριμα του θανατου εσχηκαμεν ινα μη πεποιθοτες ωμεν εφ εαυτοις αλλ επι τω θεω τω εγειροντι τους νεκρους

10 ος εκ τηλικουτου θανατου ερρυσατο ημας και ρυσεται εις ον ηλπικαμεν [οτι] και ετι ρυσεται

11 συνυπουργουντων και υμων υπερ ημων τη δεησει ινα εκ πολλων προσωπων το εις ημας χαρισμα δια πολλων ευχαριστηθη υπερ ημων

12 η γαρ καυχησις ημων αυτη εστιν το μαρτυριον της συνειδησεως ημων οτι εν αγιοτητι και ειλικρινεια του θεου [και] ουκ εν σοφια σαρκικη αλλ εν χαριτι θεου ανεστραφημεν εν τω κοσμω περισσοτερως δε προς υμας

13 ου γαρ αλλα γραφομεν υμιν αλλ η α αναγινωσκετε η και επιγινωσκετε ελπιζω δε οτι εως τελους επιγνωσεσθε

14 καθως και επεγνωτε ημας απο μερους οτι καυχημα υμων εσμεν καθαπερ και υμεις ημων εν τη ημερα του κυριου ημων ιησου

15 και ταυτη τη πεποιθησει εβουλομην προτερον προς υμας ελθειν ινα δευτεραν χαραν σχητε

16 και δι υμων διελθειν εις μακεδονιαν και παλιν απο μακεδονιας ελθειν προς υμας και υφ υμων προπεμφθηναι εις την ιουδαιαν

17 τουτο ουν βουλομενος μητι αρα τη ελαφρια εχρησαμην η α βουλευομαι κατα σαρκα βουλευομαι ινα η παρ εμοι το ναι ναι και το ου ου

18 πιστος δε ο θεος οτι ο λογος ημων ο προς υμας ουκ εστιν ναι και ου

19 ο του θεου γαρ υιος χριστος ιησους ο εν υμιν δι ημων κηρυχθεις δι εμου και σιλουανου και τιμοθεου ουκ εγενετο ναι και ου αλλα ναι εν αυτω γεγονεν

20 οσαι γαρ επαγγελιαι θεου εν αυτω το ναι διο και δι αυτου το αμην τω θεω προς δοξαν δι ημων

21 ο δε βεβαιων ημας συν υμιν εις χριστον και χρισας ημας θεος

22 [ο] και σφραγισαμενος ημας και δους τον αρραβωνα του πνευματος εν ταις καρδιαις ημων

23 εγω δε μαρτυρα τον θεον επικαλουμαι επι την εμην ψυχην οτι φειδομενος υμων ουκετι ηλθον εις κορινθον

24 ουχ οτι κυριευομεν υμων της πιστεως αλλα συνεργοι εσμεν της χαρας υμων τη γαρ πιστει εστηκατε